Πέμπτη 17 Αυγούστου 2017

Στις 17 Αυγούστου γιορτάζουν…

Στις 17 Αυγούστου γιορτάζουν…

Απολυτίκιο της ημέρας
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς θεῖον ἀλάβαστρον, τῶν ἱερῶν ἀρετῶν, πιστῶς Ἱεράτευσας, τὴ Ἐκκλησία Χριστοῦ, καὶ χαίρων ἐνήθλησας, ὅθεν τὴ εὐωδία, τῶν ἐν σοῖ χαρισμάτων, Μύρων Ἱερομάρτυς, τῶν παθῶν τὸ δυσῶδες, ἀπέλασαν ἀνενδότως, ἐκ τῶν ψυχῶν ἠμῶν.


Αναγνώσματα Κυριακών και μεγάλων εορτών
Πέμπτη 17 Αυγούστου 2017
Τοῦ Ἁγίου Μάρτυρος Μύρωνος. «Παναγίας τῆς Γουμενίσσης», πανηγυρικῶς ἑορταζομένης ἐν τῇ φερωνύμῳ Ἱερᾷ Μονῇ καί Πόλει. Τοῦ Ἁγίου Ὁσιομάρτυρος Δημητρίου τοῦ νέου, τοῦ ἐκ Σαμαρίνης τῆς Ἠπείρου καταγομένου (1808). Τῶν Ὁσίων Πατέρων ἡμῶν Εὐτυχίου, Εὐτυχιανοῦ καί Κασσιανῆς τῶν αὐταδέλφων.
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β’ Δ´ 1 – 12
1 Διὰ τοῦτο, ἔχοντες τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν, οὐκ ἐκκακοῦμεν, 2 ἀλλ’ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ Θεοῦ. 3 εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον, 4 ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. 5οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. 6 ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. 7 Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, 8 ἐν παντὶ θλιβόμενοι ἀλλ’ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ’ οὐκ ἐξαπορούμενοι, 9διωκόμενοι ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ’ οὐκ ἀπολλύμενοι, 10 πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. 11 ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12 ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.
Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα


Αποφθέγματα
Οι Πατέρες μας μέσα από πολλές καταφρόνιες μπήκαν χαρούμενοι στην επουράνια πόλη (Αββάς Ιωάννης).


πηγή: saint.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου